Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.32 Dem. 29.36 (English) >>Dem. 29.39

29.34ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερʼ αὐτὸν ἔχειν φῶμεν μή; καὶ πότερον διὰ τούσδʼ ὀφλεῖν τοὺς μάρτυρας διὰ τούσδε; ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν. ταύτας τοίνυν δέκʼ ἔτη κεκαρπωμένος, καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς, δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι. καίτοι τούτων γʼ οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν.

29.35περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς, ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν, ἀκούσατε, καὶ σκοπεῖθʼ ὡς δικαίως τʼ ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον. 29.36περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει σʼ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς· ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ; περὶ δʼ αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθʼ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε. 29.37περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλʼ ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτʼ ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρες; οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδʼ ὡς σαυτόν, ἀλλʼ ἐν τῷ λόγῳ τοῦτʼ ἔγραψας σύ, κατεμαρτύρησαν δʼ οἱ μάρτυρες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.32 Dem. 29.36 (English) >>Dem. 29.39

Powered by PhiloLogic